Τρίτη, 18 Νοεμβρίου 2014

ΟΜΟΛΟΓΙΑ ΕΨΗΦΙΣΜΕΝΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΕΡΝΙΤΣΗΣ κ. ΧΡΥΣΑΝΘΟΥ


Χ Ρ Υ Σ Α Ν Θ Ο Σ  

ἐλέω Θεοῦ, ἐψηφισμένος τῆς ἁγιωτάτης Επισκοπής Κερνίτσης οἰκεία χειρὶ προέταξα.


Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα Παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ Γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.  Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, Φῶς ἐκ φωτός, Θεὸν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῶ Πατρί, δι’ οὖ τὰ πάντα ἐγένετο.  Τὸν δι’ἡμας τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατέλθόντα ἐκ τῶν οὐρανων καὶ σακρωθέντα ἐκ Πνεύματος Ἁγιου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.  Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, Καὶ ἀναστάντα τῆ Τρίτη ἡμέρα κατὰ τὰς Γραφὰς, Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.  Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὖ τῆς Βασιλείας οὐκ ἔσται τέλος.  Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον , τῶ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.  Εἰς μίαν Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλυησίαν, Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, Προσδοκῶ ἀνάστασιν νεκρῶν, Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.  Ἀμήν.

Πρὸς δὲ τούτοις στέργω καὶ ἀποδέχομαι τὰσ ἁγίας ἑπτὰ Οἰκουμενικὰς Συνόδους, καὶ τῶν Τοπικῶν, ἅς ἐκεῖναι άποδεξάμεναι ἐκύρωσαν, ἐπὶ φυλακῆ τῶν Ὀρθοδόξων τῆς Ἐκκλησίας δογμάτων άθροισθεῖσαι.  Ὁμολογῶ πάντας τοὺς ὑπ’ αὐτῶν, ὡς ὑποφωτιστικῆς Χάριτος τοῦ Παναγίου Πνεύματος ὁδηγουμένων, ἐκτεθέντας ὅρους τῆς ὀρθῆς Πίστεως, καὶ τοὺς Ἰεροὺς Κανόνας, οὕς οἱ Μακάροι ἐκεῖνοι, πρὸς τὴν τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας διακόσμησιν καὶ τὴν διάνοιαν τῆς Εὐαγγελικῆς θείας διδασκαλίας συντάξαντες, παρέδωκαν τῆ Ἐκκλησια, ἐνστερνίζομαι, καἰ κατ’ αὐτούς, ἰθύνειν έπιμελήσομαι τὴν Θείω βουλήματι κληρωθεῖσάν μοι διακονίαν καὶ κατ’ αὐτοὺς διατελέσω διδάσκων πάντα τὸν τῆ πνευματικῆ μοι ποιμαντορία πεπιστευμένον Ἱερὸν Κλῆρον καὶ τὸν περιούσιν Λαὸν τοῦ Κυρίου.

Προὐργιαίτατα δέ μοι ὁμολογεῖται, ἵνα τηρῶ τὴν ἑνότητα τῆς Πίστεως έν τῶ συνδέσμω τῆς εἰρήνης, πάντα μέν, ὅσα ἡ Μία, Ἁγία, Καθολικὴ καἰ Ἀποστολικὴ Ἐκκλησία τῶν Ὀρθοδόξων πρεσβεύουσα δογματίζει, ταῦτα πρεσβεύων κἀγὼ καὶ πιστεύων, μηδὲν προστιθεὶς, μηδὲν ἀφαιρῶν, μηδὲν μεταβάλλων, μήτε τῶν δογμάτων, μήτε τῶν Παραδόσεων, ἀλλὰ τούτοις έμμένων καὶ ταῦτα μετὰ φόβου Θεοῦ καὶ ἀγαθῆς συνειδήσεως διδάσκων καὶ κηρύττων, πάντα δὲ ὅσα Ἐκείνη κατακρίνουσα ὡς ἑτεροδιδασκαλίας ἀποδοκιμάζει, ταῦτα κἀγὼ ἀποδοκιμάζων καὶ ἀποδιοπομπούμενος διὰ παντός.

Πείσομαι δ’ ἐσαεὶ προθύμως ἐν τοῖς Ἐκκλησιαστικοῖς καὶ τῆ Ἱερᾶ Συνόδω, ὡς Ἀνωτάτη Ἀρχη τῆς Ἐκκληδίας τῆς Ἀμερικης, σεβόμενος καὶ τηρῶν τὰς δωρηθείσας Αὐτῆ προνομίας, πρὸς καταρτισμόν τε καὶ στηριγμὸν τῆς παρ’ ἡμῖν Ὀρθοδόξου Ἐκκλησίας καὶ ἐπιμελήσομαι ὅση μοι δύναμις περίεστι ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοὺ Ἀγίου Πνεύματος τῆς Μιᾶς ‘Υπερουσίου καὶ ἀδιαιρέτου Τριάδος, τοῦ ἐνὸς καὶ Μόνου άληθινοῦ Θεοῦ, καὶ πρὸς σωτηρίαν τῶν πιστῶν.

Πιστεύω εἰς ἕνα Θεόν, ἐν τρισὶ Προσώποις μεριζόμενον, Πατέρα φημί, καὶ Υἱόν, καὶ Αγιον Πνεῦμα μεριζόμενον λέγω, κατὰ τὸν τῆς ἰδιότητος λόγον ἀμέριστον δέ, κατὰ τήν οὐσίαν, καὶ ὅλη Τριὰς ἡ αὐτή, καὶ ὅλη Μονὰς ἡ αὐτή.  Μονάς, κατὰ τὴν οὐσίαν, καὶ φύσιν, καὶ ἄναρχος οὐ γάρ ἐστιν αὐτοῦ τι πρεσβύτερον ἦν γαρ ἐκεῖνος, καὶ πάντως ἦν Θεός ἄναρχος δέ, ὅτι μὴ ἔκ τινος ἔχει τὸ εἶναι, ἤ ἐξ ἑαυτοῦ.  Πιστεύω δέ, ὅτι ὁ Πατὴρ αἰτία ἐστὶν Υἱοῦ, καὶ Πνεύματος τοῦ μὲν Υἱοῦ, γεννητῶς, τοῦ δὲ Ἁγίου Πνεύματος, ἐκπορευτῶς μηδεμιᾶς διαστάσεως μηδὲ ἀλλοτριώσεως, ἐν τούτοις θεωρουμένης, ἤ μόνον τῆς διαφορᾶς τῶν ὑποστατικῶν ἰδιωμάτων ὅτι ὁ μὲν Πατὴρ γεννᾶ τὸν Υἱόν, καὶ προβάλλει τὸ Πνεῦμα τὸ Ἅγιον ἐπιγινώσκω, τὸν Πατέρα, Υἱοῦ, καὶ Πνεύματος λέγω δὲ τὸν Υἱόν. ἀρχὴν ὑπέρχρονον καὶ ἀόριστον οὐχ’ ὡς ἀρχὴν τῶν κτισμάτων, οἱονεὶ πρωτόκτιστον ὄντα, ἵνα μὴ παραδεχθῶσι δύω ἀρχαὶ μετὰ τῆς ἀρχῆς δὲ ἐπὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, ἐπειδὴ καὶ ἄμα καὶ ὁμοῦ τὸ εἶναι ἔχουσιν ἐκ Πατρός, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὁ μὲν γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, ὡς εἴρηται.  Καὶ οὔθ’ ὁ Πατὴρ διήρηται τοῦ Υἱοῦ, οὔθ’ ὁ Υἱὸς τοῦ Πνεύματος, οὔτε τὸ Πνεῦμα τὸ Ἅγιον, Πατρὸς καὶ Υἱοῦ ἀλλ’ ὅλος ἐστὶν ὁ Πατὴρ ἐν τῶ Υἱῶ, καὶ τῶ Ἁγίω Πνεύματι, καὶ ὅλος ὁ Υἱὸς ἐν τῶ Πατρὶ καὶ τῶ Ἁγίω Πνεὐματι, καὶ ὅλον τὸ Πνεῦμα τὸ Ἅγιον ἐν τῶ Πατρὶ καὶ τῶ ἥνωνται γὰρ διηρημένως, καὶ διήρηνται ἡνωμένως.  Ὁμολογῶ δὲ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος συναΐδιος τῶ Πατρί, ὁ ὑπέρχρονος, ὁ ἀπερίληπτος, ὁ ἀπεριόριστος, κάτεισι μέχρι τῆς φύσεως, καὶ παρθενικῶν αἱμάτων τῆς μόνης παναμώμου καὶ καθαρᾶς Παρθένου ἵνα ὅλω τῶ κόσμω τὴν σωτηρίαν καὶ χάριν, ἕνεκα τῆς ἰδίας εὐσπλαγχνίας χαρίσηται καὶ γέγονεν ἡ καθ’ ὑπόστασιν τῶν φύσεων ἕνωσις, οὐ ταῖς κατὰ μικρὸν προσθήκας τελειουμένου τοῦ βρέφους, οὐδὲ κατὰ φυρμόν, ἤ σύγχυσιν, ἤ ἀνάκρασιν, ἑνωθεισῶν τῶν συνεληλυθυιῶν φύσεων οὐδὲ ἄνουν καὶ ἄψυχον, κατᾶ τὀν θεοστυγῆ καὶ Ἰουδαιόφρονα Νεστόριον οὐδὲ ἄνουν καῖ ἄψυχον, κατὰ τὸν ἄνουν ὄντως Ἀπολλινάριον ἐκεῖνος γὰρ ἐλήρει ἀρκεῖν τὴν Θεότητα, ἀντὶ τοῦ νοός, ἐγὼ  δὲ Θεὀν τέλειον αὐτὸν ὁμολογῶ, καὶ τέλειον Ἄνθρωπον τὸν αὐτόν, ὅς ἅμα σὰρξ καὶ ἅμα Θεοῦ Λόγος σὰρξ ἔμψυχος λογικῆ τε καὶ νοερᾶ ψυχῆ, σώζοντά τε πάντα τὰ τῆς αὑτοῦ Θεότητος φυσικὰ αὐχήματα καὶ μετὰ τὴν ἕνωσιν, καὶ μὴ τραπέντα τὰ τῆς Θεὀτητος αὑτοῦ, ἤ τῆς ἀνθρωπότητος, διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην συνάφειαν, φέροντα τὸν αὐτὸν μίαν ὑπόστασιν σύνθετον, δύο τὰς φύσεις  καὶ ἐνεργείας, σώζουσαν τὰ ἐξ ὦν, καὶ ἐν οἶς ἦν ὁ αὐτὸς εἶς Ἰησοῦς Χριστός, ὁ Θεὸς ἡμῶν ἔχοντά τε δύο θελήσεις φυσικάς, οὐ γνωμικάς.  Ἰστέον δέ, ὡς ἔπαθε μέν, ὡς Θεὸς, λέγω σαρκί Θεότητα παθητήν, ἤ παθοῦσαν σαρκί, οὐδαμῶς.  Ἔτι ὁμολογώ αὐτὸν ἀναλαβεῖν πάντα τὰ ἡμέτερα ἀδιάβλητα πάθη.  Τὰ συνόντα τῆ φύσει ¨ημῶν δίχα τῆς ἁμαρτίας, οἶον τὴν πεῖναν, τὴν δίψαν, τὸν κόπον, τὰ δάκρυα, καὶ τὰ τοιαῦτα, ἐνεργοῦντα δὲ έν αὐτῶ οὐκ ἠναγκασμένως, ὥσπερ καὶ έν ἡμῖν, ἀλλὰ τῆς άνθρωπίνης θελήσεως ἀκολουθούσης τῆ θεία αὐτοῦ θελήσει θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐκοπίασε, θέλων ἀπέθανε.  Θνήσκει τοίνυν, τὸν ὑπὲρ ἡμῶν ἀπεκδεχόμενος θάνατον, ἀπαθοῦς μενούσης τῆς αὐτοῦ Θεὀτητος αὐτὸς γὰρ οὐχ ὑπέκειτο θανάτω, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου, ἀλλ’ ἵνα πάντας ἡμᾶς ἐξάξη τῆς παμφάγου χειρὸς τοῦ θανάτου, καὶ τῶ οἰκείω αὐτοῦ Αἵματι προσάξη τῶ οἰκείω Πατρί, καὶ σώματι προσβαλὼν ὁ θάνατος ἀνθρωπίνω, δυνάμει Θεότητος καταρράσσεται, καὶ ἀνάγονται ἐκεῖθειν αἱ ἀπ’ αἰῶνος τῶν δικαίων πεπεδημέναι ψυχαί.  Μετὰ δὲ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, τεσσαράκοντα ἡμέρας ἐν τῆ γῆ μετὰ τῶν Μαθητῶν ἐπιφαινόμενος, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ έκάθισεν ἐν τῆ δεξιᾶ τοῦ Πατρός δεξιὰν δὲ τοῦ Πατρὸς λέγω, οὐ τοπικήν, ἤ περιγραπτήν ἀλλὰ λέγω δεξιὰν τοῦ Θεοῦ εἶναι, τὴν ἄναρχον καὶ ἐνανθρώπησιν ταύτην ἔσχηκε συμπροσκυνεῖται γὰρ ἡ ἁγία αὐτοῦ Σὰρξ τῆ αὐτοῦ Θεότητι τιμία προσκυνήσει, οὐ προσθήκην δεξαμένης τῆς ἁγίας Τριάδος μὴ γένοιτο!  Τριὰς γὰρ ἔμεινεν ἡ Τριὰς καὶ μετὰ τὴν ἕνωσιν τοῦ Μονογενοῦς, ἀχωρίστου μεινάσης τῆς ἁγίας αὐτοῦ Σαρκός, καὶ ἔτι μετ’ αὐτοῦ μενούσης καὶ εἰς τὸν αἰῶνα μετ’ αὐτῆς γὰρ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς, δικαίους τε, καὶ ἀμαρτωλούς καὶ τοῖς μὲν δικαίοις, ἀποδώσων τὰ ἔργα τῆς ἀρετῆς, καὶ τὴν Βασιλείαν τῶν οὐρανῶν, ἀνθ’ ὦν ἐνταῦθα ἐκοπίασαν τοῖς δὲ ἁμαρτωλοῖς, αἰώνιον ἀνταμειψόμενος βάσανον, καὶ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ οὖ γένοιτο πάντας ἡμᾶς τὴν πεῖραν ἐκφυγεῖν, καὶ τῶν ἐπηγγελμένων καὶ ἀκηράτων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῶ Ἰησοῦ τῦ Κυρίω ἡμῶν.  Ἀμήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων ἄναρχον μέν, καὶ ἀγέννητον, καὶ ἀναίτιον ἀρχὴν δὲ φυσικήν, καὶ αἰτίαν Υἱοῦ, καὶ Πνεύματος.  Πιστεύω καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱόν, ἀῤῥεύστως, καὶ ἀχρόνως ἐξ αὐτοῦ γεννηθέντα, ὁμοούσιον αὐτῶ, δι’ οὖ τὰ πάντα ἐγένετο.  Πιστεύω καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον, και συνδοξαζόμενον, ὡς συναῒδιον, καὶ σύνθρονον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον, καὶ τῆς κτίσεως δημιουργόν.  Πιστεύω τὸν ἕνα τῆς αὐτῆς ὑπερουσίου, καὶ ζωαρχικῆς Τριάδος, τὸν μονογενῆ Λόγον, κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν, σακρωθῆναι ἐκ Πνεύματος Ἁγίου, καἰ Μαρίας τη΄ς Μαρθένου ένανθρωπῆσαι, τουτέστι τέλειον ἄνθρωπον γενέσθαι, μένοντα Θεόν, καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐσίας, διὰ τὴν πρὸς τὴν σάρκα κοινωνίαν, ἤ ἀλλοιώσαντα ἀλλ’ ἄνευ τροπῆς προσειληφότα τὸν ἄν;ρωτον, ἐν αὐτῶ τὸ πάθος καὶ τὸν σταυρὸν ὑπομεῖναι, παντὸς πάθους, κατὰ τὴν θείαν φύσιν, ἐλεύθερον καὶ ἀναστῆναι τῆ Τρίτη ἡμέρα ἐκ τῶν νεκρῶν καὶ εἰς τοὺς οὐρανοὺς ἀνεληλυθότα, ἐκ δεξιῶν καθίσαι τοῦ Θεοῦ καὶ Πατρός.  Πιστεύω καὶ περὶ Θεοῦ, καὶ τῶν Θείων παραδόσεις τε καὶ ἐξηγήσεις τῆς μιᾶς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας.     Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, Προσδοκῶ ἀνάστασιν νεκρῶν, Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.  Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμολογῶ καὶ ἕωα πιστεύω τὸν αὐτόν, καὶ φύσεσι, τὰ ἐν οἶς, καὶ ἐξ ὦν πέφυκε σώζοντα ἀκολούθως δὲ καὶ δ΄θο θελήματα πρεσβεύω, τῆς ἑκάστης φύσεως τὸ ἴδιον θέλημα, καὶ τὴν ἰδίαν σωζούσης ἐνέργειαν.  Προσκυνητής εἰμι σχετικῶς, ἀλλ’ αὐ λατρευτικῶς τῶν θείων καὶ σεπτῶν Εἰκόνων, αὐτοῦ τε τοῦ Χριστοῦ, καὶ τῆς πανάγνου Θεομήτορος, καὶ πάντων τῶν Ἁγίων καὶ ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζω τιμήν τοὺς δὲ ἄλλως, ἤ οὕτω φρονοῦντας, ὑς ἀλλοτρίφρονας ἀποβάλλομαι.  Ἀναθεματίζω Ἄρειον, καὶ τοὺς σὺν αὐτῶ σύμφρονας καὶ κοινωνοὺς τῆς αὐτοῦ μανιώδους κακοδοξίας, Μακεδόνιον καὶ τοὺς περὶ αὐτόν, καλῶς ὀνομασθέντας Πνευματομάχους, ὡσαύτως Νεστόριον καὶ τοὺς λοιποὺς αἱρεσιάρχας, καὶ τοὺς τούτον ὁμόφρονας ἀποβάλλομαι, καὶ ἀναθεματίζω.  Καὶ τρανῶς ἀνακηρύττω μεγίστη φωνῆ Πᾶσι τοῖς αἱρετικοῖς ἀνάθεμα Ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα.  Τὴν δὲ Δέσποιναν ἡμὼν, τὴν Θεοτόκον Μαρίαν, κυρίως καὶ ἀληθῶς ὁμολογῶ καὶ κηρύττω ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἥτις γενείη μοι βοηθός, σκέπη, καὶ ἀντίληψις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.  Ἀμήν.

Χ Ρ Υ Σ Α Ν Θ Ο Σ 

ἐλέω Θεοῦ, Ἐψηφισμένος τῆς ἁγιωτάτης Επισκοπής Κερνίτσης, οἰκεία χειρὶ ὑπέταξα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου